Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.1 Dem. 24.5 (English) >>Dem. 24.8

24.3καὶ τοσούτῳ ῥᾷόν ἐστʼ ἰδίᾳ τινὰς θεραπεύειν τῶν ὑμετέρων δικαίων προΐστασθαι, ὥσθʼ οὗτος μὲν ἔχει παρʼ ἐκείνων ἀργύριον καὶ οὐ πρότερον τοῦτον εἰσήνεγκε ὑπὲρ αὐτῶν τὸν νόμον, ἐμοὶ δʼ ἐν χιλίαις ὑπὲρ ὑμῶν κίνδυνος· τοσοῦτʼ ἀπέχω τοῦ λαβεῖν τι παρʼ ὑμῶν. 24.4εἰώθασιν μὲν οὖν οἱ πολλοὶ τῶν πράττειν τι προαιρουμένων τῶν κοινῶν λέγειν ὡς ταῦθʼ ὑμῖν σπουδαιότατʼ ἐστὶν καὶ μάλιστʼ ἄξιον προσέχειν τούτοις, ὑπὲρ ὧν ἂν αὐτοὶ τυγχάνωσι ποιούμενοι τοὺς λόγους. ἐγὼ δʼ, εἴπερ τινὶ τοῦτο καὶ ἄλλῳ προσηκόντως εἴρηται, νομίζω κἀμοὶ νῦν ἁρμόττειν εἰπεῖν. 24.5τῶν γὰρ ὄντων ἀγαθῶν τῇ πόλει καὶ τοῦ δημοκρατουμένην καὶ ἐλευθέραν εἶναι ὡς ἄλλο τι τῶν νόμων αἰτιώτερόν ἐστιν, οὐδʼ ἂν ἕνʼ εἰπεῖν οἶμαι. περὶ τοίνυν αὐτοῦ τούτου νῦν ὑμῖν ἐστιν, πότερον δεῖ τοὺς μὲν ἄλλους νόμους, οὓς ἐπὶ τοῖς ἀδικοῦσι τὴν πόλιν ὑμεῖς ἀνεγράψατε, ἀκύρους εἶναι, τόνδε δὲ κύριον, τοὐναντίον τοῦτον μὲν λῦσαι, κατὰ χώραν δὲ μένειν τοὺς ἄλλους ἐᾶν. τὸ μὲν οὖν πρᾶγμα περὶ οὗ δεῖ νῦν ὑμᾶς γνῶναι, ὡς ἐν κεφαλαίῳ τις ἂν εἴποι, τοῦτʼ ἐστίν.

24.6ἵνα δʼ ὑμῶν μηδεὶς θαυμάζῃ τί δή ποτʼ ἐγὼ μετρίως, ὥς γʼ ἐμαυτὸν πείθω, τὸν ἄλλον χρόνον βεβιωκὼς νῦν ἐν ἀγῶσι καὶ γραφαῖς δημοσίαις ἐξετάζομαι, βούλομαι μικρὰ πρὸς ὑμᾶς εἰπεῖν· ἔσται δὲ ταῦτʼ οὐκ ἄπο τοῦ πράγματος. ἐγὼ γάρ, ἄνδρες Ἀθηναῖοι, προσέκρουσʼ ἀνθρώπῳ πονηρῷ καὶ φιλαπεχθήμονι καὶ θεοῖς ἐχθρῷ, τελευτῶσʼ ὅλη προσέκρουσεν πόλις, Ἀνδροτίωνα λέγω.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.1 Dem. 24.5 (English) >>Dem. 24.8

Powered by PhiloLogic